Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.210 Joseph. AJ 4.215 (English) >>Joseph. AJ 4.219

4.213ἐπιγράφειν δὲ καὶ τοῖς θυρώμασιν αὐτῶν τὰ μέγιστα ὧν εὐεργέτησεν αὐτοὺς θεὸς ἔν τε βραχίοσιν ἕκαστον διαφαίνειν, ὅσα τε τὴν ἰσχὺν ἀποσημαίνειν δύναται τοῦ θεοῦ καὶ τὴν πρὸς αὐτοὺς εὔνοιαν φέρειν ἐγγεγραμμένα ἐπὶ τῆς κεφαλῆς καὶ τοῦ βραχίονος, ὡς περίβλεπτον πανταχόθεν τὸ περὶ αὐτοὺς πρόθυμον τοῦ θεοῦ. 4.214

Ἀρχέτωσαν δὲ καθʼ ἑκάστην πόλιν ἄνδρες ἑπτὰ οἱ καὶ τὴν ἀρετὴν καὶ τὴν περὶ τὸ δίκαιον σπουδὴν προησκηκότες· ἑκάστῃ δὲ ἀρχῇ δύο ἄνδρες ὑπηρέται διδόσθωσαν ἐκ τῆς τῶν Λευιτῶν φυλῆς. 4.215ἔστωσαν δὲ καὶ οἱ δικάζειν λαχόντες ταῖς πόλεσιν ἐν πάσῃ τιμῇ, ὡς μήτε βλασφημεῖν ἐκείνων παρόντων μήτε θρασύνεσθαί τισιν ἐξεῖναι τῆς πρὸς τοὺς ἐν ἀξιώματι τῶν ἀνθρώπων αἰδοῦς αὐτῶν εὐλαβεστέρους, ὥστε τοῦ θεοῦ μὴ καταφρονεῖν, ἀπεργαζομένης. 4.216οἱ δὲ δικασταὶ ἀποφήνασθαι κύριοι περὶ τοῦ δόξαντος αὐτοῖς ἔστωσαν, πλὴν εἰ μή τι χρήματα λαβόντας τις αὐτοὺς ἐπὶ διαφθορᾷ τοῦ δικαίου ἐνδείξαιτʼ ἄλλην τινὰ αἰτίαν προφέροι, καθʼ ἣν οὐ καλῶς ἐλέγχει αὐτοὺς ἀποφηναμένους· οὔτε γὰρ κέρδει χαριζομένους οὔτʼ ἀξιώματι προσῆκε φανερὰς ποιεῖσθαι τὰς κρίσεις, ἀλλὰ τὸ δίκαιον ἐπάνω πάντων τιθεμένους. 4.217 γὰρ θεὸς ἂν οὕτως δόξειε καταφρονεῖσθαι καὶ ἀσθενέστερος ἐκείνων οἷς ἄν τις κατὰ φόβον ἰσχύος προσνέμοι τὴν ψῆφον κεκρίσθαι· τοῦ θεοῦ γὰρ ἰσχύς ἐστι τὸ δίκαιον. τοῖς ἐν ἀξιώμασι τυγχάνουσι καταχαριζόμενός τις ἐκείνους τοῦ θεοῦ δυνατωτέρους ποιεῖ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.210 Joseph. AJ 4.215 (English) >>Joseph. AJ 4.219

Powered by PhiloLogic